31.1
31.2
31.3
31.4
31.5
31.6
31.7
31.8
31.9
31.10
31.11
31.12
31.13
31.14
31.15
31.16
31.17
31.18
31.19
31.20
31.21
31.22
31.23
31.24
31.25
31.26
31.27
31.28
31.29
31.30
31.31
31.32
31.33
31.34
31.35
31.36
31.37
31.38
31.39
31.40
31.41
31.42
31.43
31.44
31.45
31.46
31.47
31.48
31.49
31.50
31.51
31.52
31.53
31.54
31.55
Ἤκουσεν δὲ Ιακωβ τὰ ῥήματα τῶν υἱῶν Λαβαν λεγόντων Εἴληφεν Ιακωβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκεν πᾶσαν τὴν δόξαν ταύτην.
καὶ εἶδεν Ιακωβ τὸ πρόσωπον τοῦ Λαβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.
εἶπεν δὲ κύριος πρὸς Ιακωβ Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.
ἀποστείλας δὲ Ιακωβ ἐκάλεσεν Ραχηλ καὶ Λειαν εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια,
καὶ εἶπεν αὐταῖς Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστιν πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ.
καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύι μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.
ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξεν τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ θεὸς κακοποιῆσαί με.
ἐὰν οὕτως εἴπῃ Τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ Τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά·
καὶ ἀφείλατο ὁ θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέν μοι αὐτά.
καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί.
καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον Ιακωβ· ἐγὼ δὲ εἶπα Τί ἐστιν;
καὶ εἶπεν Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λαβαν ποιεῖ.
ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
καὶ ἀποκριθεῖσα Ραχηλ καὶ Λεια εἶπαν αὐτῷ Μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακεν γὰρ ἡμᾶς καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν.
πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλατο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα εἴρηκέν σοι ὁ θεός, ποίει.
Ἀναστὰς δὲ Ιακωβ ἔλαβεν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους
καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χανααν.
Λαβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψεν δὲ Ραχηλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
ἔκρυψεν δὲ Ιακωβ Λαβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει,
καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλααδ.
ἀνηγγέλη δὲ Λαβαν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ιακωβ,
καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ’ ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει τῷ Γαλααδ.
ἦλθεν δὲ ὁ θεὸς πρὸς Λαβαν τὸν Σύρον καθ’ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ Φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά.
καὶ κατέλαβεν Λαβαν τὸν Ιακωβ· Ιακωβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λαβαν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλααδ.
εἶπεν δὲ Λαβαν τῷ Ιακωβ Τί ἐποίησας; ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ’ εὐφροσύνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ κιθάρας.
οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας.
καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπεν πρός με λέγων Φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά.
νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἵνα τί ἔκλεψας τοὺς θεούς μου;
ἀποκριθεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν Εἶπα γάρ Μήποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ’ ἐμοῦ καὶ πάντα τὰ ἐμά·
ἐπίγνωθι, τί ἐστιν τῶν σῶν παρ’ ἐμοί, καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ’ αὐτῷ οὐθέν. καὶ εἶπεν αὐτῷ Ιακωβ Παρ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
εἰσελθὼν δὲ Λαβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λειας καὶ οὐχ εὗρεν· καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου Λειας ἠρεύνησεν τὸν οἶκον Ιακωβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθεν δὲ καὶ εἰς τὸν οἶκον Ραχηλ.
Ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς
καὶ εἶπεν τῷ πατρὶ αὐτῆς Μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὸ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. ἠρεύνησεν δὲ Λαβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα.
ὠργίσθη δὲ Ιακωβ καὶ ἐμαχέσατο τῷ Λαβαν· ἀποκριθεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν Τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου
καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν μου καὶ τῶν ἀδελφῶν σου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον·
θηριάλωτον οὐκ ἀνενήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός·
ἐγινόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου.
ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοι δέκα τέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.
εἰ μὴ ὁ θεὸς τοῦ πατρός μου Αβρααμ καὶ ὁ φόβος Ισαακ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ θεὸς καὶ ἤλεγξέν σε ἐχθές.
ἀποκριθεὶς δὲ Λαβαν εἶπεν τῷ Ιακωβ Αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστιν καὶ τῶν θυγατέρων μου. τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. εἶπεν δὲ αὐτῷ Ἰδοὺ οὐθεὶς μεθ’ ἡμῶν ἐστιν, ἰδὲ ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
λαβὼν δὲ Ιακωβ λίθον ἔστησεν αὐτὸν στήλην.
εἶπεν δὲ Ιακωβ τοῖς ἀδελφοῖς αὐτοῦ Συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον καὶ ἔπιον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. καὶ εἶπεν αὐτῷ Λαβαν Ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
καὶ ἐκάλεσεν αὐτὸν Λαβαν Βουνὸς τῆς μαρτυρίας, Ιακωβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς.
εἶπεν δὲ Λαβαν τῷ Ιακωβ Ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη αὕτη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Βουνὸς μαρτυρεῖ
καὶ Ἡ ὅρασις, ἣν εἶπεν Ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου.
εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήμψῃ γυναῖκας ἐπὶ ταῖς θυγατράσιν μου, ὅρα οὐθεὶς μεθ’ ἡμῶν ἐστιν·
[...]
ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ,
ὁ θεὸς Αβρααμ καὶ ὁ θεὸς Ναχωρ κρινεῖ ἀνὰ μέσον ἡμῶν. καὶ ὤμοσεν Ιακωβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ισαακ.
καὶ ἔθυσεν Ιακωβ θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.
[32.1] ἀναστὰς δὲ Λαβαν τὸ πρωῒ κατεφίλησεν τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λαβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
Слы́шав же і҆а́ковъ рѣ́чь сн҃въ лава́новъ гл҃ющихъ, вꙁ̑ѧ і҆а́ковъ вс҄е ѿц҃а нашего, и҆ ѿц҃емъ на́шиⷨ, сътворѝ себѣ вс҄ю сла́вꙋ свою̀·
И҆ оу҆зрѣ і҆а́ковъ лицѐ ла́ване, и҆ с҄е не бѧ́ше къ немꙋ̀, ꙗ҆ко вчера̀ и҆ тре́тїемъ дн҃и·
Рече́ же г҃ь къ і҆а́ковꙋ, възврати́сѧ въ зе́млю ѿц҃а твое̑го в роⷣ тво́и и҆ бꙋ́дꙋ с тобо́ю·
Посла́ же і҆а́ковъ и҆ възва̀ ли́ю и҆ рахи́ль на́ поле, и҆дѣже стада бѧ́хꙋ,
и҆ рече и҆́ма ви́ждꙋ а҆́зъ лицѐ ѿц҃а ва́шего, ꙗ҆́ко нⷵѣ къ мн҄ѣ, ꙗ҆́ко вчера̀ и҆ тре́тїемъ дн҃и· Се́ же б҃ъ ѿц҃а мое̑го съ мно́ю е҆сть,
и҆ в҄ы вѣсте ꙗ҆́ко все́ю си́лою рабо́тахъ ѿц҃ꙋ ва́шемꙋ.
ѿц҃ъ же ва́шъ ѻ҆би́ди мѧ, и҆змѣни б҄о мъздꙋ̀ мою̀ де́сѧть а҆́гнеⷰ‍҇ н҄о не да́сть е҆мꙋ б҃ъ ѿц҃а мое̑го зл҄а сътвори́ти мнѣ·
А҆́ще оу҆бо тако речеⷮ пе́стрыѧ̀ да бꙋдеⷮ твоѧ̀ мзда̀ родѧⷮ всѧ ѻ҆вца̀ пе́стра· А҆́ще ли речетъ та́ко бѣ́лыѧ да бꙋ́деть т҄и мзда̀. родѧⷮ вс҄ѧ ѻ҆вца̀ бѣ́ло
ѿꙗ҆́ б҃ъ весь ско́т̾ ѿц҃а ва́шего, и҆ да́стъ мн҄ѣ е҆го·
И҆ быⷵ е҆гда̀ ѻ҆́вца зачина́ющи въ́ чревѣ, ви́дѣхъ въ снѣ ѻ҆чи́ма свои́ма с҄е ко́зли гонѧ́хꙋ ѻ҆вца̀ и҆ ко́зы бѣ́лы и҆ пе́стры и҆ разли́чны во́лны·
И҆ рече ми а҆́гг҃лъ бж҃їи въ снѣ, і҆а́кове а҆́з же рѣхъ чт҄о е҆сть·
И҆ рече въ́зри ѻ҆чима твои́ма и҆ ви́ждь. ко́злы гонѧща ѻ҆вца̀ и҆ коⷥлы бѣ́лыѧ и҆ пе́стрыѧ̀, и҆ вс҄ѣ разно́лич̾ны, ви́дѣхъ б҄о коли́ко ти лава́нъ сътворѝ·
А҆́зъ б҄о е҆смь б҃ъ тво́и ꙗ҆́ви́выисѧ тебѣ на мѣстѣ бж҃їи, е҆же пома́за ти м҄и тамо столпъ, и҆ моли́сѧ мн҄ѣ тамо мл҃твою̀· И҆ нн҃ѣ оу҆бо въста́ни. і҆ и҆зы́ди ѿ землѧ̀ се́ѧ, і҆ и҆дѝ в зе́млю рожде́нїа твое̑го, и҆ бꙋдꙋ с то́бою·
И҆ ѿвѣща́вши рахи́ль и҆ ли́ѧ реко́ста е҆мꙋ. нⷵѣ ли нама еще ча́сти ни прїа́тїѧ въ домꙋ̀ ѿц҃а нашего
ꙗ҆́ко чꙋж́ди быхомъ е҆мꙋ· Прода бо н҄ы и҆ ꙗ҆́де́нїемъ снѣ́сть цѣнꙋ нашꙋ.
вс҄е богаⷮство и҆ сла́вꙋ ю҆же ѿꙗ҆́тъ б҃ъ ѿ ѻ҆ц҃а на́шего на́ма бꙋ́детъ и҆ чадом̾ нашиⷨ, нн҃ѣ оу҆бо е҆ли́ко ти гл҃а б҃ъ твори́ ти·
Въста́в же і҆а́ковъ поѧ̀ жены свои и҆ дѣти своа всадѝ ѻ҆бѣ на веⷧ‍҇блю́ды, и҆ забра̀ вс҄е и҆мѣ́нїе сво́е,
и҆ вс҄ѧ и҆мѣ́нїа ꙗ҆же притѧжа̀ въ междорѣчїи, и҆ вс҄е своѐ ꙗ҆́коже ѿитѝ къ і҆саа́кꙋ ѿц҃ꙋ свое̑мꙋ, въ зе́млю ханааⷩ‍҇скꙋю·
лава́нь же ѿи̑де стрещѝ ѻ҆ве́цъ своиⷯ, и҆ оу҆кра́де рахи́ль и҆долы ѿц҃а свое̑го,
і҆а́ков̾ же потаѝ лава́нꙋ сѷринꙋ, не повѣ́дати е҆мꙋ ꙗ҆́ко ѿхо́дитъ·
ѿи́де же і҆а́ковъ съ всѣмъ своиⷨ, и҆ пре́иде рѣкꙋ̀, и҆ възы́иде на горꙋ̀ галаа́дъ.
и҆ повѣ́даша лава́нꙋ сѷринꙋ. тре́тїи дн҃ь ꙗ҆́ко побѣже і҆а́ковъ,
и҆ поѧ вс҄ю бра́тїю свою̀ съ собо́ю. гна же въ слⷣѣ пꙋтѝ е҆го се́дмь дн҃їи. и҆ ѻбы́иде е҆го на горѣ галааⷣ·
Прїиде же а҆́гг҃лъ къ лава́нꙋ сѷринꙋ нощїю въ снѣ, и҆ рече е҆мꙋ сънабди́сѧ самъ, да не възгл҃еши е҆мꙋ зл҄ѣ·
И҆ пости́же лава́нъ і҆а́кова, і҆а́ковъ же потъкнꙋ̀ кꙋщꙋ свою въ горѣ. лава́н же раста́ви братїю свою̀ въ горѣ галаа́дъ·
Рече же лава́нъ къ і҆а̑ковꙋ. чт҄о сѐ сътворѝ, въскꙋ́ю ѡти́де и҆ ѻ҆кра́де мѧ и҆ ѿведѐ дще́ри моѧ̀ ꙗ҆́ко плѣ́нъниць ѻ҆рꙋ́жїемъ.
н҄о а҆́ще бы ми повѣдаⷧ‍҇ ѿпꙋсти́лъ т҄ѧ быхъ съ весе́лїе̑мъ, съ тимпаны и҆ гꙋ́сльми.
не бы́хъ лї а подо́бенъ цѣлова́ти дѣти, н҄и дще́рїю моею̀· Нн҃ѣ же несмы́сльнѣ сътворѝ,
нн҃ѣ б҄о рꙋка моѧ̀ мо́жетъ вреди́ти т҄ѧ. н҄о б҃ъ ѿц҃а твое̑го вчера̀ рече къ мн҄ѣ гл҃ѧ съхрани́сѧ самъ, е҆гда́ възгл҃еши къ і҆а́ковꙋ зл҄ѣ·
Нн҃ѣ оу҆бо и҆дѝ, помышле́нїемъ б҄о помы́сли ѿи̑ти́ въ до́м̾ ѿц҃а твое̑го, въскꙋ́ю же оу҆кра́де бо́гы моѧ̀.
ѿвѣщаⷡ‍҇ же і҆а́ковъ рече къ лава́нꙋ, рⷯѣ б҄о да не ѿи̑меши дще́ри своѧ̀ ѿ менѐ, и҆ вс҄ѧ моѧ̀·
И҆ рече і҆а́ковъ оу҆ негоже а҆́ще ѻ҆брѧ́щеши бо́ги твоѧ̀, да не бꙋ́детъ т҄и живъ преⷣ бра́тїею на́шею̀. сеже моѐ вс҄е и҆щѝ и҆ познава́и, и҆ чт҄о е҆сть твое̑го оу҆ менѐ възмѝ. и҆ не позна оу҆ него ничто́же, не вѣ́дѣ бо і҆а́ковъ ꙗ҆ко рахи́ль жена е҆го оу҆краде ѧ҆̀·
Вни́де же лава́нъ въ кꙋщ́ꙋ лі́инꙋ и҆зыска̀ и҆мѣнїе еѧ̀, и҆ не ѻ҆брѣте. и҆зъше́дъ же ѿ кꙋщи ли́ины, и҆зыска̀ кꙋщꙋ і҆а́ковлю. и҆ кꙋщ́ꙋ ѻ҆бою̀ рабы́ню и҆ не ѻ҆брѣте· Прїиде же въ кꙋщ́ꙋ рахи́линꙋ,
рахи́ль же възе́мши и҆́долы, и҆ поⷣложї ѐ поⷣ сѣдло вельбꙋ́же, и҆ сѣ́де връхꙋ иⷯ·
Рече ѿц҃ꙋ свое̑мꙋ не и҆мѣ́и с҄и тѧ́жка гдⷵне не могꙋ̀ б҄о въста́ти преⷣ тобо́ю ꙗ҆́ко ве́щъ же́ньска ми е҆сть. и҆ска же лава́нъ въ все́и кꙋщи и҆ не ѻ҆брѣте и҆́долъ·
Разгнѣва же сѧ і҆а́коⷡ‍҇. и҆ сварѝ лава́нꙋ· И҆ ѿвѣща́в же і҆а́ковъ рече лава́нꙋ, чт҄о ли пра́вда моѧ, чт҄о ли грⷯѣ моѝ, ꙗ҆ко жене́ши въ слⷣѣ менѐ,
и҆ ꙗ҆́ко и҆зыска̀ вс҄ѧ съсꙋ́ды моѧ̀. чт҄о ѻ҆брѣте ѿ всего̀ съсꙋда до́мꙋ твое̑го· Положѝ здѣ преⷣ бра́тїею̀ твоею̀, и҆ бра́тїею моею̀, и҆ да разъсꙋ́дѧтъ междꙋ ѻ҆бѣма нама
с҄е, к҃, лѣтъ а҆зъ е҆смь с тобо́ю ѻ҆вца твоѧ̀ и҆ ко́зы твоа̀ не бы́ша бес плода̀. ѻ҆ве́нъ твоиⷯ ста́дъ нѣсмь и҆зъѧ́лъ,
звѣроꙗ҆́дины не принесохъ к тебѣ· А҆́зъ напоⷧ‍҇нихъ т҄и татьбины́ дн҃ьныѧ̀ и҆ нощъныѧ,
быхъ дн҃ью̀ жего́мъ зно́емъ, а҆ стꙋденїю в нощѝ, и҆ ѿхожа́ше соⷩ‍҇ ѿ ѻ҆чїю моею̀·
Си мн҄ѣ, к҃. лѣтъ, а҆́зъ бѣхъ въ домꙋ твое̑мъ рабо́таⷯ т҄и, д҃і, лѣтъ, двою̀ ради дще́рїю твоею. и҆ ѕ҃, лѣтъ за ѻ҆вца твоѝ, и҆ преѻ҆бѝдѣ мздꙋ̀ мою, і҃, а҆́гнецъ.
а҆́ще не бы̀ б҃ъ ѿц҃а мое̑го а҆враа́ма и҆ страхъ і҆саа́ковъ не бысть мн҄ѣ, нн҃ѣ оу҆бо тща бы м҄ѧ ѿпꙋсти́лъ, на смире́нїе мое и҆ трꙋдъ рꙋ́кꙋ моею̀ оу҆ви́дѣвъ б҃ъ, и҆ наказа м҄ѧ вчера̀·
ѿвѣща́в же лава́нъ рече къ і҆а́ковꙋ, дщери дще́ри моѝ, и҆ сн҃ове. сн҃ове моѝ, скотъ, скотъ мои, и҆ вс҄е е҆ли́ко ви́диши моѐ е҆сть, и҆ дщерїю моиⷯ чт҄о сътворю̀ и҆́ма днⷵь и҆ чадомъ еа̀, ꙗ҆́же роди́ста·
Нн҃ѣ оу҆бо ходѝ, и҆ завѣща́и завѣтъ а҆зъ и҆ т҄ы. и҆ бꙋ́деⷮ в̾ послꙋша́нїе междꙋ мно́ю и҆ тобо́ю· И҆ рече е҆мꙋ с҄е нѣсть с нами никого́же, ви́дѣ б҃ъ и҆ по́слꙋхъ е҆сть междꙋ мно́ю и҆ тобо́ю·
И҆ възе́м же камень і҆а́ковъ поствї и҆̀ въ стол́пъ,
рече же і҆а́ков̾ бра́тїи свое́и, събери́те ка́менїе, и҆ събра́ша каменїе и҆ сътвори́ша моги́лꙋ, и҆ ꙗ҆до́ша же т҄ꙋ оу҆ моги́лы· Реⷱ‍҇ же е҆мꙋ лаваⷩ‍҇ моги́ла с҄и послⷯꙋ междꙋ мно́ю и҆ тобо́ю днⷵь,
и҆ прозва̀ лаваⷩ‍҇ моги́ла послꙋш́наѧ̀, і҆а́коⷡ‍҇ же прозва могила послⷯꙋ·
Рече же лава́нъ къ і҆а́ковꙋ, моги́ла с҄и и҆ стол́пъ, и҆же поста́вилъ е҆си междѝ мною и҆ тобо́ю, по́слꙋхъ е҆сть моги́ла с҄и, и҆ по́слꙋх, и҆ сто́лпъ с҄и по́слꙋхъ· Сего ради прозва̀ моги́ла послꙋшнаѧ,
и҆ видѣ́нїе е҆же рече да ви́дѣ б҃ъ межди мно́ю и҆ тобо́ю· А҆́ще ѿвр́ъжевѣсѧ дрꙋгъ ѿ д́рꙋга,
и҆ а́ще съменшѝ дще́ри моѝ, и҆ пои́меши жоны̀ надъ дще́ри мои, ви́ждь нѣсть никогоже с нама, ви́ди б҃ъ и҆ по́слꙋхъ е҆сть междꙋ мно́ю и҆ тобо́ю·
И҆ рече лава́нъ і҆а́ковꙋ с҄е моги́ла по́слꙋхъ и҆ сто́лпъ с҄и,
а҆́ще оу҆бо а҆́зъ не минꙋ к тебѣ, т҄о и҆ ты̀ не минѝ къ мн҄ѣ могилы сеѧ̀, и҆ стлъпа̀ съ зло́бою,
б҃ъ а҆враа́мль б҃ъ нахо́ров̾ сꙋдѝ междꙋ на́ма, и҆ клѧ́сѧ і҆аковъ по боѧ́зни ѿц҃а свое̑го і҆саа́ка·
И҆ сътворѝ требꙋ і҆а́ковъ на горѣ. и възва бра́тїю свою ꙗ҆до́ша же и҆ пиша. и҆ спа́ша на горѣ·
Въста́в же лаваⷩ‍҇ заѹ҆тра, цѣлова̀ сн҃ы своѧ̀ и҆ дще́ри своѧ̀ и҆ блⷵвї ѧ, и҆ възвратисѧ лава́н̾ ѿи́де на мѣсто свое·
Претходна глава
Следећа глава