Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησεν κύριος ὁ θεός· καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Τί ὅτι εἶπεν ὁ θεός Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ;
καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει Ἀπὸ καρποῦ ξύλου τοῦ παραδείσου φαγόμεθα,
ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ θεός Οὐ φάγεσθε ἀπ’ αὐτοῦ οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.
καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Οὐ θανάτῳ ἀποθανεῖσθε·
ᾔδει γὰρ ὁ θεὸς ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν.
καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστιν τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν· καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς μετ’ αὐτῆς, καὶ ἔφαγον.
καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
Καὶ ἤκουσαν τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.
καὶ ἐκάλεσεν κύριος ὁ θεὸς τὸν Αδαμ καὶ εἶπεν αὐτῷ Αδαμ, ποῦ εἶ;
καὶ εἶπεν αὐτῷ Τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.
καὶ εἶπεν αὐτῷ Τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ; μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν ἀπ’ αὐτοῦ, ἔφαγες;
καὶ εἶπεν ὁ Αδαμ Ἡ γυνή, ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.
καὶ εἶπεν κύριος ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή Ὁ ὄφις ἠπάτησέν με, καὶ ἔφαγον.
καὶ εἶπεν κύριος ὁ θεὸς τῷ ὄφει Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
καὶ τῇ γυναικὶ εἶπεν Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου, ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.
τῷ δὲ Αδαμ εἶπεν Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν ἀπ’ αὐτοῦ, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ.
ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήμφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. –
καὶ ἐκάλεσεν Αδαμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.
Καὶ ἐποίησεν κύριος ὁ θεὸς τῷ Αδαμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς. –
καὶ εἶπεν ὁ θεός Ἰδοὺ Αδαμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.
καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήμφθη.
καὶ ἐξέβαλεν τὸν Αδαμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξεν τὰ χερουβιμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.

close
Ѕмі́й же бѣ̀ мꙋдрѣ́йшїй всѣ́хъ ѕвѣре́й сꙋ́щихъ на землѝ, и҆̀хже сотворѝ гдⷭ҇ь бг҃ъ. И҆ речѐ ѕмі́й женѣ̀: что̀ ꙗ҆́кѡ речѐ бг҃ъ: да не ꙗ҆́сте ѿ всѧ́кагѡ дре́ва ра́йскагѡ;
И҆ речѐ жена̀ ѕмі́ю: ѿ всѧ́кагѡ дре́ва ра́йскагѡ ꙗ҆́сти бꙋ́демъ:
ѿ плода́ же дре́ва, є҆́же є҆́сть посредѣ̀ раѧ̀, речѐ бг҃ъ, да не ꙗ҆́сте ѿ негѡ̀, нижѐ прикосне́тесѧ є҆мꙋ̀, да не ᲂу҆́мрете.
И҆ речѐ ѕмі́й женѣ̀: не сме́ртїю ᲂу҆́мрете:
вѣ́дѧше бо бг҃ъ, ꙗ҆́кѡ во́ньже а҆́ще де́нь снѣ́сте ѿ негѡ̀, ѿве́рзꙋтсѧ ѻ҆́чи ва́ши, и҆ бꙋ́дете ꙗ҆́кѡ бо́зи, вѣ́дѧще до́брое и҆ лꙋка́вое.
И҆ ви́дѣ жена̀, ꙗ҆́кѡ добро̀ дре́во въ снѣ́дь и҆ ꙗ҆́кѡ ᲂу҆го́дно ѻ҆чи́ма ви́дѣти и҆ красно̀ є҆́сть, є҆́же разꙋмѣ́ти: и҆ взе́мши ѿ плода̀ є҆гѡ̀ ꙗ҆дѐ, и҆ дадѐ мꙋ́жꙋ своемꙋ̀ съ собо́ю, и҆ ꙗ҆до́ста.
И҆ ѿверзо́шасѧ ѻ҆́чи ѻ҆бѣ́ма, и҆ разꙋмѣ́ша, ꙗ҆́кѡ на́зи бѣ́ша: и҆ сши́ста ли́ствїе смоко́вное, и҆ сотвори́ста себѣ̀ препоѧ̑санїѧ.
И҆ ᲂу҆слы́шаста гла́съ гдⷭ҇а бг҃а ходѧ́ща въ раѝ по полꙋ́дни: и҆ скры́стасѧ а҆да́мъ же и҆ жена̀ є҆гѡ̀ ѿ лица̀ гдⷭ҇а бг҃а посредѣ̀ дре́ва ра́йскагѡ.
И҆ призва̀ гдⷭ҇ь бг҃ъ а҆да́ма и҆ речѐ є҆мꙋ̀: а҆да́ме, гдѣ̀ є҆сѝ;
И҆ речѐ є҆мꙋ̀: гла́съ слы́шахъ тебє̀ ходѧ́ща въ раѝ, и҆ ᲂу҆боѧ́хсѧ, ꙗ҆́кѡ на́гъ є҆́смь, и҆ скры́хсѧ.
И҆ речѐ є҆мꙋ̀ бг҃ъ: кто̀ возвѣстѝ тебѣ̀, ꙗ҆́кѡ на́гъ є҆сѝ, а҆́ще не бы̀ ѿ дре́ва, є҆го́же заповѣ́дахъ тебѣ̀ сегѡ̀ є҆ди́нагѡ не ꙗ҆́сти, ѿ негѡ̀ ꙗ҆́лъ є҆сѝ;
И҆ речѐ а҆да́мъ: жена̀, ю҆́же да́лъ є҆сѝ со мно́ю, та̀ мѝ дадѐ ѿ дре́ва, и҆ ꙗ҆до́хъ.
И҆ речѐ гдⷭ҇ь бг҃ъ женѣ̀: что̀ сїѐ сотвори́ла є҆сѝ; И҆ речѐ жена̀: ѕмі́й прельсти́ мѧ, и҆ ꙗ҆до́хъ.
И҆ речѐ гдⷭ҇ь бг҃ъ ѕмі́ю: ꙗ҆́кѡ сотвори́лъ є҆сѝ сїѐ, про́клѧтъ ты̀ ѿ <n>[па́че]</n> всѣ́хъ скотѡ́въ и҆ ѿ всѣ́хъ ѕвѣре́й земны́хъ: на пе́рсехъ твои́хъ и҆ чре́вѣ ходи́ти бꙋ́деши, и҆ зе́млю снѣ́си всѧ̑ дни̑ живота̀ твоегѡ̀:
и҆ враждꙋ̀ положꙋ̀ междꙋ̀ тобо́ю и҆ междꙋ̀ жено́ю, и҆ междꙋ̀ сѣ́менемъ твои́мъ и҆ междꙋ̀ сѣ́менемъ тоѧ̀: то́й твою̀ блюстѝ бꙋ́детъ <n>[Є҆вр.: сотре́тъ]</n> главꙋ̀, и҆ ты̀ блюстѝ бꙋ́деши є҆гѡ̀ пѧ́тꙋ.
И҆ женѣ̀ речѐ: ᲂу҆множа́ѧ ᲂу҆мно́жꙋ печа̑ли твоѧ̑ и҆ воздыха̑нїѧ твоѧ̑: въ болѣ́знехъ роди́ши ча̑да, и҆ къ мꙋ́жꙋ твоемꙋ̀ ѡ҆браще́нїе твоѐ, и҆ то́й тобо́ю ѡ҆блада́ти бꙋ́детъ.
И҆ а҆да́мꙋ речѐ: ꙗ҆́кѡ послꙋ́шалъ є҆сѝ гла́са жены̀ твоеѧ̀ и҆ ꙗ҆́лъ є҆сѝ ѿ дре́ва, є҆го́же заповѣ́дахъ тебѣ̀ сегѡ̀ є҆ди́нагѡ не ꙗ҆́сти, ѿ негѡ̀ ꙗ҆́лъ є҆сѝ: проклѧта̀ землѧ̀ въ дѣ́лѣхъ твои́хъ, въ печа́лехъ снѣ́си тꙋ́ю всѧ̑ дни̑ живота̀ твоегѡ̀:
тє́рнїѧ и҆ волчцы̀ возрасти́тъ тебѣ̀, и҆ снѣ́си травꙋ̀ се́льнꙋю:
въ по́тѣ лица̀ твоегѡ̀ снѣ́си хлѣ́бъ тво́й, до́ндеже возврати́шисѧ въ зе́млю, ѿ неѧ́же взѧ́тъ є҆сѝ: ꙗ҆́кѡ землѧ̀ є҆сѝ, и҆ въ зе́млю ѿи́деши.
И҆ наречѐ а҆да́мъ и҆́мѧ женѣ̀ свое́й жи́знь, ꙗ҆́кѡ та̀ ма́ти всѣ́хъ живꙋ́щихъ.
И҆ сотворѝ гдⷭ҇ь бг҃ъ а҆да́мꙋ и҆ женѣ̀ є҆гѡ̀ ри̑зы кѡ́жаны, и҆ ѡ҆блечѐ и҆̀хъ.
И҆ речѐ бг҃ъ: сѐ, а҆да́мъ бы́сть ꙗ҆́кѡ є҆ди́нъ ѿ на́съ, є҆́же разꙋмѣ́ти до́брое и҆ лꙋка́вое: и҆ нн҃ѣ да не когда̀ простре́тъ рꙋ́кꙋ свою̀ и҆ во́зметъ ѿ дре́ва жи́зни и҆ снѣ́стъ, и҆ жи́въ бꙋ́детъ во вѣ́къ.
И҆ и҆згна̀ є҆го̀ гдⷭ҇ь бг҃ъ и҆з̾ раѧ̀ сла́дости дѣ́лати зе́млю, ѿ неѧ́же взѧ́тъ бы́сть.
И҆ и҆зри́нꙋ а҆да́ма, и҆ вселѝ є҆го̀ прѧ́мѡ раѧ̀ сла́дости: и҆ приста́ви херꙋві́ма, и҆ пла́менное ѻ҆рꙋ́жїе ѡ҆браща́емое, храни́ти пꙋ́ть дре́ва жи́зни.