Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ· ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα.
ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν Μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω.
καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα Αβρααμ τῷ πατρί σου.
καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς,
ἀνθ’ ὧν ὑπήκουσεν Αβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
καὶ κατῴκησεν Ισαακ ἐν Γεραροις.
Ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ.
ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ Ἄρα γε γυνή σού ἐστιν· τί ὅτι εἶπας Ἀδελφή μού ἐστιν; εἶπεν δὲ αὐτῷ Ισαακ Εἶπα γάρ Μήποτε ἀποθάνω δι’ αὐτήν.
εἶπεν δὲ αὐτῷ Αβιμελεχ Τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἐφ’ ἡμᾶς ἄγνοιαν.
συνέταξεν δὲ Αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται.
Ἔσπειρεν δὲ Ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησεν δὲ αὐτὸν κύριος.
καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·
ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ,
καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς.
εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ Ἄπελθε ἀφ’ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.
καὶ ἀπῆλθεν ἐκεῖθεν Ισαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεραρων καὶ κατῴκησεν ἐκεῖ.
καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες Αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν Αβρααμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ἐπωνόμασεν Αβρααμ ὁ πατὴρ αὐτοῦ.
καὶ ὤρυξαν οἱ παῖδες Ισαακ ἐν τῇ φάραγγι Γεραρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.
καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τῶν ποιμένων Ισαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.
ἀπάρας δὲ Ισαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία.
ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία λέγων Διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
Ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν Ἐγώ εἰμι ὁ θεὸς Αβρααμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου.
καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ισαακ φρέαρ.
καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.
καὶ εἶπεν αὐτοῖς Ισαακ Ἵνα τί ἤλθατε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ’ ὑμῶν.
καὶ εἶπαν Ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ, καὶ εἴπαμεν Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην
μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν, καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης· καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου.
καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον·
καὶ ἀναστάντες τὸ πρωῒ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ, καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας.
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν Οὐχ εὕρομεν ὕδωρ.
καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος· διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας.
Ἦν δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ιουδιν τὴν θυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων τοῦ Ευαίου.
καὶ ἦσαν ἐρίζουσαι τῷ Ισαακ καὶ τῇ Ρεβεκκα.
Бысть же глаⷣ на землѝ, по гла́дѣ, и҆же б҄ѣ прьвѣе въ лѣта а҆враа́млѧ. ѻ́ты́деⷤ‍ⷷ і҆саа́къ къ а҆вимеле́хꙋ, къ цр҃ю филисти́мъскꙋ, въ гера́рꙋ·
Ꙗ҆́ви же сѧ е҆мꙋ г҃ь, и҆ ре́че не ходи́ въ е҆гѷпетъ, всели́сѧ въ земли, въ не́же ти рекꙋ̀,
и҆ ѻ҆битаи въ землѝ то́й, и҆ бꙋдꙋ с тобою. и҆ блⷵвлю т҄ѧ· Тебѣ б҄о и҆ сѣмени твое̑мꙋ даⷨ, землю сїю, и оу҆ста́влю клѧ́твꙋ , е҆ю́же клѧ́хсѧ къ авраа́мꙋ ѿц҃ꙋ твое̑мꙋ·
И҆ оу҆мно́жꙋ сѣмѧ твое, ꙗ҆́ко ѕвѣ́зды нбⷵныѧ, и҆ да́мъ сѣ́мени твое̑мꙋ вс҄ю землю сїю̀· И блⷵвѧтсѧ ѻ҆ сѣмени твое̑мъ вс҄и ꙗ҆зы́цы земнїѝ,
понеже послꙋш́а ѿц҃ъ твои а҆враа́мъ гла́са мое̑го, и҆ съблюде всѧ за́повѣди моа̀ и҆ повелѣ́нїѧ моѧ̀, и҆ ѻ҆правⷣанїѧ моѧ̀, и҆ зако́нъ мои·
Всели же сѧ і҆саа́къ въ гера́ры
и҆ въпраша́хꙋ е҆го мꙋ́жи тамо ѻ҆бита́ющеи, ѻ҆ реве́цѣ женѣ е҆го· И҆ рече сестра м҄и е҆сть, оу҆боѧ́ бо сѧ рещѝ жена̀ м҄и е҆сть, да не оубїю́тъ е҆го мꙋ́жи ѻ҆бита́телнїи, реве́кы ради жены̀ е҆го, поне́же б҄ѣ доброзра́чна ·
Бысть же мно́га лѣта тꙋ, преклони́в же сѧ а҆вимелехъ цр҃ь гера́рскїи, ѻ҆кно́мъ, ви́дѣ і҆саа́ка и҆гра́юща съ реве́кою женою свое́ю̆,
възва же а҆вимеле́хъ і҆саа́ка, и҆ рече е҆мꙋ ꙗ҆́ко жена ти е҆сть, почто̀ рече ꙗ҆́ко с҄естра м҄и е҆сть· Рече же е҆мꙋ і҆саа́къ· Рѣхъ б҄о да не оу҆мрꙋ̀ еѧ̀ ради·
Рече́ же е҆мꙋ а́вимеле́хъ что̑ с҄е е҆си сътвори́лъ нам̾, мало, не бы̀, нѣ́кто ѿ рода мое̑го съ жено́ю твоею, и҆ възложилъ бы на ны събла́знъ·
Заповѣда же а҆вимеле́хъ лю́дем̾ своиⷨ гл҃ѧ, въсѧкъ и҆же прико́снетсѧ мꙋ́жи сеⷨ, и҆л҄и женѣ е҆го, пови́ненъ бꙋ́детъ смр҃ти·
Сѣѧ́ же і҆саа́къ въ землѝ той, и҆ приѻ҆брѣте въ то лѣто ст҄ократныи плоⷣ ꙗ҆чменю, ꙗ҆́ко блⷵви е҆го б҃ъ
и҆ възвыси́сѧ , и҆ оу҆мно́жисѧ, даже и҆ вели́къ бывъ ѕѣло·
Бысть же е҆мꙋ ско́тъ ѻ҆́вчїи. и҆ ско́тъ говѧ́жїи, и҆ притѧжа́нїѧ многа· И҆ възрѣвнова́ша е҆мꙋ филисти́мове,
и҆ вс҄ѧ кладѧзѧ, ꙗ҆же и҆скопа́ша рабѝ ѿч҃и е҆мꙋ въ лѣта ѿц҃а е҆го. насы́паша ѧ̀ филистимове, плъны зеⷨлѧ̀ ·
И҆ рече а҆вимелехъ къ і҆саа́кꙋ ѻ҆тыдѝ ѿ насъ. ꙗ҆́ко си́лнѣе е҆си насъ зд̑ѣ·
И҆ ѻ҆тыде ѿтꙋдꙋ і҆саа́къ, и҆ ѻ҆бита̀ въ де́бри герарьстѣи, и҆ вселисѧ т҄ꙋ·
Пакы же і҆саа́къ и҆скопа кла́дѧзѧ вод̾ныа, ꙗ҆́же и҆скопа́ша рабѝ а҆враа́мли ѿчи е҆мꙋ. ꙗ҆же бѣша насы́пали филисти́мѧне· По оу҆мр҃твїи а҆враа́мли ѿц҃а е҆го. и҆ прозва и҆мъ и҆мена̀ , ꙗ҆́коже б҄ѣ прозвалъ а҆врааⷨ ѿц҃ъ е҆го·
И҆скопа́ше же рабѝ і҆саа́кови въ де́бри герарьстѣи, и҆ ѻ҆брѣто́ша же т҄ꙋ кла́дѧзь во́ды жи́вы·
И҆ прѧ́хꙋсѧ пастꙋсѝ гера́рьстѣи, съ пастꙋхы̀ і҆саа̑ковыми гл҃ющи, наша е҆сть вода, и҆ прозва и҆́мѧ кла́дѧзю томꙋ̀ ѻ҆би́да ѻ҆би́дѧхꙋ бо ѝ·
И҆ въста́въ ѿтꙋ́дꙋ і҆саа́къ, и҆скопа̀ кладѧзь дрꙋгі́и, прѧ́хꙋ же сѧ и҆ ѻ҆ томъ, прозва же и҆́мѧ емꙋ вражда̀·
Въстав же ѿтꙋдꙋ, и҆скопа же кладѧ́зъ дрꙋгі́и, и҆ не прѧ́хꙋсѧ ѻ҆ томъ, и҆ прозва и҆́мѧ е҆мꙋ пространство гл҃ѧ· Ꙗ҆ко нн҃ѣ оу҆пространѝ г҃ь намъ, и҆ въста́ви насъ на землѝ·
И҆ възы́де ѿтꙋ́дꙋ къ кладѧ́зю клѧтвеномꙋ,
и҆ ꙗ҆́ви́сѧ е҆мꙋ г҃ь въ т҄ꙋ но́щъ, и҆ рече е҆мꙋ, а҆з̾ е҆смь б҃ъ ѿц҃а твое̑го а҆враа́мль, не бои́сѧ с тобою б҄о е҆смь. и҆ блⷵвлю т҄ѧ и҆ оу҆мно́жꙋ сѣмѧ твоѐ а҆враа́ма ради ѿц҃а твое̑го·
И҆ създа тꙋ требниⷦ‍҇, и҆ призва и҆́мѧ гн҃е, и҆ постави т҄ꙋ, кⷳ‍҇ꙋ свой· И҆скопаша же т҄ꙋ рабѝ і҆саа́кови въ дебри герарьстѣи кла́дѧзь·
А҆вимелеⷯ же прїиде къ немꙋ̀ ѿ гераръ, и ѻ҆хозаѳъ дрꙋгъ е҆го, и҆ фихо́лъ воевода лю́дїи е҆го,
и҆ реⷱ‍҇ и҆мъ і҆саакъ, въскꙋ́ю къ мн҄ѣ прїидо́сте, в҄ы бо ненави́дѣсте менѐ, и҆ ѿпꙋсти́сте м҄ѧ ѿ себѐ·
ѻ҆ни же рѣша ви́дѣвше т҄ѧ оу҆зрѣхоⷨ ꙗ҆́ко б҄ѣ г҃ь с тобою, и҆ гл҃ахоⷨ бꙋ́ди клѧтва межⷣꙋ на́ми и҆ тобо́ю, и҆ завѣща́имъ междꙋ̀ на́ми и҆ тобо́ю.
да не сътвори́ши с нами зла̀, ꙗ҆коже и҆ м҄ы тебе не ѿвръго́хомсѧ, и҆ ꙗ҆́коже сътвори́хомъ тебѣ добро̀, и҆ ѿпꙋсти́хоⷨ т҄ѧ съ ми́ромъ, и҆ нн҃ѣ т҄ы блⷵвенъ ѿ г҃а·
И҆ сътворѝ и҆мъ гости́твꙋ ꙗ҆до́ша и҆ пи́ша,
и҆ въста́въ заѹ҆́тра клѧ́тсѧ дрꙋ́гъ къ дрꙋ́гꙋ, и҆ ѿпꙋстѝ ѧ҆̀ і҆саа́къ. и҆ ѿи̑доша ѿ него съ ми́роⷨ·
Бысть же въ то́й дн҃ь прїидо́ша рабѝ і҆саа́кови, и҆ повѣ́даша е҆мꙋ ѻ҆ кла́дѧзи е҆же и҆скопа́ша, и҆ реко́ша не ѻ҆брѣто́хом̾ воды̀,
и҆ прозва и҆̀ клѧ́тва· Сего ради прозва̀ и҆́мѧ граⷣ то́й, кладѧзь клѧтвеныи, и҆ до дн҃ешнѧго дн҃е·
Бѧ́ше же і҆са́въ, м҃ лⷮѣ, и҆ поѧ̀ женꙋ і҆ѹ҆динъ дщерь веи̑ль хеⷮѳе́ина, и҆ васема́тъ дщерь е҆ло́млю е҆всꙋ,
и҆ быша ревнꙋ́ющи і҆саа́кови и҆ реве́цѣ·
Претходна глава
Следећа глава