24.1
24.2
24.3
24.4
24.5
24.6
24.7
24.8
24.9
24.10
24.11
24.12
24.13
24.14
24.15
24.16
24.17
24.18
24.19
24.20
24.21
24.22
24.23
24.24
24.25
24.26
24.27
24.28
24.29
24.30
24.31
24.32
24.33
24.34
24.35
24.36
24.37
24.38
24.39
24.40
24.41
24.42
24.43
24.44
24.45
24.46
24.47
24.48
24.49
24.50
24.51
24.52
24.53
24.54
24.55
24.56
24.57
24.58
24.59
24.60
24.61
24.62
24.63
24.64
24.65
24.66
24.67
Καὶ Αβρααμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ κύριος εὐλόγησεν τὸν Αβρααμ κατὰ πάντα.
καὶ εἶπεν Αβρααμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ισαακ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ’ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
ἀλλὰ εἰς τὴν γῆν μου, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ισαακ ἐκεῖθεν.
εἶπεν δὲ πρὸς αὐτὸν ὁ παῖς Μήποτε οὐ βούλεται ἡ γυνὴ πορευθῆναι μετ’ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
εἶπεν δὲ πρὸς αὐτὸν Αβρααμ Πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέν με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγενήθην, ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ισαακ ἐκεῖθεν.
ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου τούτου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Αβρααμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου
Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ’ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχωρ.
καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
καὶ εἶπεν Κύριε ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Αβρααμ.
ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω Ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ισαακ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Αβρααμ.
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ, καὶ ἰδοὺ Ρεβεκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουηλ υἱῷ Μελχας τῆς γυναικὸς Ναχωρ ἀδελφοῦ δὲ Αβρααμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη.
ἐπέδραμεν δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπεν Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
ἡ δὲ εἶπεν Πίε, κύριε. καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν,
ἕως ἐπαύσατο πίνων. καὶ εἶπεν Καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσιν.
καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ.
ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπεν Θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι· εἰ ἔστιν παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι;
καὶ εἶπεν αὐτῷ Θυγάτηρ Βαθουηλ εἰμὶ ἐγὼ τοῦ Μελχας, ὃν ἔτεκεν τῷ Ναχωρ.
καὶ εἶπεν αὐτῷ Καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ’ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησεν κυρίῳ
καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ, ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
Καὶ δραμοῦσα ἡ παῖς ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
τῇ δὲ Ρεβεκκα ἀδελφὸς ἦν, ᾧ ὄνομα Λαβαν· καὶ ἔδραμεν Λαβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
καὶ ἐγένετο ἡνίκα εἶδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ρεβεκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης Οὕτως λελάληκέν μοι ὁ ἄνθρωπος, καὶ ἦλθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
καὶ εἶπεν αὐτῷ Δεῦρο εἴσελθε· εὐλογητὸς κύριος· ἵνα τί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
εἰσῆλθεν δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους. καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶν τῶν ἀνδρῶν τῶν μετ’ αὐτοῦ.
καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν Οὐ μὴ φάγω ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν Λάλησον.
Καὶ εἶπεν Παῖς Αβρααμ ἐγώ εἰμι.
κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
καὶ ἔτεκεν Σαρρα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
καὶ ὥρκισέν με ὁ κύριός μου λέγων Οὐ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
ἀλλ’ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
εἶπα δὲ τῷ κυρίῳ μου Μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ’ ἐμοῦ.
καὶ εἶπέν μοι Κύριος, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν ἐμὴν φυλὴν καὶ μή σοι δῶσιν, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα Κύριε ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἣν νῦν ἐγὼ πορεύομαι ἐπ’ αὐτήν,
ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου,
καὶ εἴπῃ μοι Καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασεν κύριος τῷ ἑαυτοῦ θεράποντι Ισαακ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Αβρααμ.
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ εὐθὺς Ρεβεκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ Πότισόν με.
καὶ σπεύσασα καθεῖλεν τὴν ὑδρίαν αὐτῆς ἀφ’ ἑαυτῆς καὶ εἶπεν Πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον, καὶ τὰς καμήλους μου ἐπότισεν.
καὶ ἠρώτησα αὐτὴν καὶ εἶπα Τίνος εἶ θυγάτηρ; ἡ δὲ ἔφη Θυγάτηρ Βαθουηλ εἰμὶ τοῦ υἱοῦ Ναχωρ, ὃν ἔτεκεν αὐτῷ Μελχα. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χεῖρας αὐτῆς·
καὶ εὐδοκήσας προσεκύνησα κυρίῳ καὶ εὐλόγησα κύριον τὸν θεὸν τοῦ κυρίου μου Αβρααμ, ὃς εὐόδωσέν μοι ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ εἰς ἀριστεράν.
Ἀποκριθεὶς δὲ Λαβαν καὶ Βαθουηλ εἶπαν Παρὰ κυρίου ἐξῆλθεν τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν καλῷ.
ἰδοὺ Ρεβεκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε, καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησεν κύριος.
ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τὸν Αβρααμ τῶν ῥημάτων τούτων προσεκύνησεν ἐπὶ τὴν γῆν κυρίῳ.
καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκεν Ρεβεκκα καὶ δῶρα ἔδωκεν τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
καὶ ἔφαγον καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς πρωῒ εἶπεν Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ Μεινάτω ἡ παρθένος μεθ’ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
ὁ δὲ εἶπεν πρὸς αὐτούς Μὴ κατέχετέ με, καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
οἱ δὲ εἶπαν Καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
καὶ ἐκάλεσαν Ρεβεκκαν καὶ εἶπαν αὐτῇ Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπεν Πορεύσομαι.
καὶ ἐξέπεμψαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τὸν Αβρααμ καὶ τοὺς μετ’ αὐτοῦ.
καὶ εὐλόγησαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἶπαν αὐτῇ Ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
ἀναστᾶσα δὲ Ρεβεκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ρεβεκκαν ἀπῆλθεν.
Ισαακ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
καὶ ἐξῆλθεν Ισαακ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν καμήλους ἐρχομένας.
καὶ ἀναβλέψασα Ρεβεκκα τοῖς ὀφθαλμοῖς εἶδεν τὸν Ισαακ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου
καὶ εἶπεν τῷ παιδί Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπεν δὲ ὁ παῖς Οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
καὶ διηγήσατο ὁ παῖς τῷ Ισαακ πάντα τὰ ῥήματα, ἃ ἐποίησεν.
εἰσῆλθεν δὲ Ισαακ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ρεβεκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ισαακ περὶ Σαρρας τῆς μητρὸς αὐτοῦ.
Авраа́мъ же бѧше ста́рецъ, и҆ бы́въ дн҃и мно́гы, г҃ь же блⷵсви а҆враа́ма въ всеⷨ·
И҆ реⷱ‍҇ а҆враа́мъ рабꙋ̀ свое̑мꙋ старѣ́ишемꙋ до́мꙋ е҆го, ѻ҆блада́ющемꙋ всѣмъ е҆го· Положѝ рꙋкꙋ твою поⷣ стегноⷨ м҄и,
и҆ закленꙋ т҄ѧ гм҃ъ бм҃ъ нбⷵнымъ, и҆ бм҃ъ землѧ̀, да не приведе́ши сн҃ꙋ мое̑мꙋ и҆саа́кꙋ жены̀ дще́рїи ханане́искъ, съ нимиже а҆́зъ живꙋ̀ въ нихъ,
н҄о до землѧ̀ и҆дⷤ‍ⷷѣ а҆́зъ бѣхъ, и҆́деши до племе́ни мое̑го и҆ по́и̑меши женꙋ̀ сн҃ꙋ мое̑мꙋ и҆саа́кꙋ, ѿтꙋ́дѣ.
речеⷤ‍ⷷ рабъ к немꙋ̀, а҆ е҆гда не восхо́щетъ и҆тѝ жена въ слѣ́дъ со мно́ю на землю̀ сїю̀, т҄о ѻ҆бращꙋ́ ли сн҃а твое̑го въ зе́млю ѿ неꙗ҆́же и҆зы́де т҄ы·
Рече́ же к немꙋ а҆враа́мъ, блюⷣ‍ꙵ са́мъ себѐ, да не ѻ҆брати́ши сн҄а моеⷢ‍҇ та́мо,
г҃ь б҃ъ нбⷵныи и҆ б҃ъ землѧ, и҆же поꙗ҆́ мѧ и҆з до́мꙋ ѿц҃а мое̑го, и҆ ѿ землѧ̀ в не́иже родиⷯсѧ, и҆же гл҃а мн҄ѣ и҆ клѧ́сѧ къ мн҄ѣ, гл҃ѧ, тебѣ дам̾ зе́млю сїю̀, и҆ сѣ́мени твоемꙋ. и҆ тои по́слетъ а́гг҃ла свое̑го предъ тобо́ю, и҆ по́имеши женꙋ̀ сн҃ꙋ моемꙋ и҆саа̑кꙋ ѿтꙋ́дꙋ,
а҆ще же не хо́щетъ прїитѝ жена̀ с тобо́ю въ зе́млю сїю̀, чи́стъ да бꙋ́деши ѿ заклѧ́тїѧ сего̀, то́чїю сн҃а мое̑го не ѻ҆братѝ тамо·
И҆ положѝ раⷠ‍҇ рꙋ́кꙋ свою, подъ стегноⷨ а҆враа́ма гн҃а своего, и҆ клѧ́сѧ е҆мꙋ словеси раⷣ‍ꙵ сего̀·
И҆ поѧ̀ рабъ, і҃, веⷧ‍҇блюⷣ ѿ веⷧ‍҇блⷣю гднⷵа своего и҆ ѿ всего добра гднⷵа свое̑го взѧⷮ съ собо́ю. и҆ въстаⷡ‍҇ и҆де въ междорѣчїе, въ граⷣ нахо́ровъ.
и҆ поста́ви веⷧ‍҇блю́ды вн҄ѣ града оу҆ кла́дѧзѧ воⷣнаго поⷣ ве́черъ, гдѣ и҆схо́дѧтъ почръпати воды̀·
И҆ рече г҃и бж҃е гн҃а моего а҆враа́ма, оу҆стро́и прѣдо мно́ю днесь, сътворѝ млⷵть, съ моиⷨ гн҃омъ а҆враа́момъ·
се же а҆́зъ стою̀ оу҆ кла́дѧзѧ во́днаго, дще́ри же живꙋщихъ, въ́ градѣ, и҆зы́дꙋть почерпати воды̀,
да бꙋдетъ дв҃ца, е́й же а҆зъ рекꙋ̀ прѣклони́ ми вѣдро̀ твоѐ да пїю̀, и҆ реч́ет ми пїи́ т҄ы и҆ вельблю́ды твоѧ̀ напою̀, до́ндеже напїю́тсѧ, т҄ꙋ оу҆готовалъ еси рабꙋ̀ твое̑мꙋ̀ и҆саа́кꙋ, и҆ по се́мъ оу҆вѣмъ, ꙗ҆́ко сътвориⷧ‍҇ е҆си млⷵть гн҃ꙋ моемꙋ а҆враа́мꙋ.
И҆ бысть даже не конча̀ гл҃ѧ въ оу҆мѣ с҄и, и҆ с҄е реве́ка и҆схождаше, е҆ѧ́же родѝ ваѳꙋи́лъ сн҃ъ ме́лхинъ жены̀ нахо́ровы, бра́та а҆враа́млѧ, дръжа̀ вѣдро̀ на рамꙋ,
дв҃ца же бѧ́ше доброзра́чна ѕѣло, дѣва же б҄ѣ и҆же мꙋжа не знаа́ше, състꙋпи́вши же на кладѧзь начерпѐ воды̀ вѣдро и҆ и́де·
Тек же рабъ противꙋ е́й и҆ рече, напои мѧ мало воды̀ ѿ вѣдра̀ твое̑го.
си̑ѧ́ же рече пі́и гднⷵе и҆ потща́всѧ снѧ̀ вѣдро на рꙋцѣ своѝ, и҆ напо́й ѧ҆̀ до́ндеже напи́сѧ.
и҆ рече веⷧ‍҇блю́домъ т҄и вълию̀, до́ндеже вс҄и напїю́тсѧ.
и҆ потща́всѧ вълїѧ̀ вѣдро̀ въ пои́ло, и҆ течѐ па́кы на кла́дѧⷥ, почерпѐ воды̀ и҆ волїѧ̀ вельблю́доⷨ всⷨѣ.
мꙋжъ же вырозꙋмѣва́ше ю҆̀, и҆ помоⷧ‍҇чеваше да оу҆разꙋмѣ́етъ, а҆ще оу҆стро́илъ б҃ъ пꙋть е҆мꙋ, и҆ли н҄и.
бысть же ꙗ҆́ко преста́ша всѝ вельблюⷣ‍ꙵ пию́ще, и҆ взѧ̀ мꙋжъ оу҆серѧ́зи златы, въ мѣ́рѣ драхмы, и҆ дв҄а запѧстїѧ на рꙋкꙋ е́й, и҆ і҃, мѣ́ръ злата
и҆ въпраша́ше ѧ҆̀ и҆ рече, чїѧ̀ е҆си дщеⷬ‍҇ повѣж́дь ми, а҆ще е҆сть оу҆ ѿц҃а ти мѣ́сто намъ ѻ҆битати·
И҆ рече е҆мꙋ дщерь ваѳꙋ́илева е҆́смь мелхи́ина, е҆гоже родѝ нахо́рꙋ.
и҆ реⷱ‍҇ е҆мꙋ̀, и҆ плѣвы и҆ сѣ́на мно́го е҆́сть оу҆ насъ, и҆ мѣсто ѻ҆битати,
бл҃говоли́ же мꙋжъ и҆ поклони́сѧ г҃ꙋ,
и҆ реⷱ‍҇, блⷵвенъ б҃ъ гдⷵна мое̑го а҆враа́ма. и҆́же не ѻ҆ста́ви пра́вды і҆ и́стинны гдⷵна мое̑го а҆враа́ма, менѐ на пꙋтѝ оу҆строѝ г҃ь, и҆ въ до́мъ брата гдⷵна моего въведѐ·
И҆ те́кши дв҃ца повѣ́да мт҃ри свое́й вс҄и гл҃ы сїа̀
реве́цѣ же бѣаше браⷮ, е҆мꙋ́же и҆мѧ лава́нъ· И҆ течѐ лава́нъ къ мꙋжꙋ во́нъ на кла́дѧзь.
и҆ бы́сть е҆гда̀ видѣ оу҆серѧ́зѧ и҆ запѧстїѧ на рꙋкꙋ сестры̀ свое́ѧ, и҆ ꙗ҆́ко слы́ша словеса̀ ѿ сестры̀ своеѧ гл҃юща, си́це гл҃а къ мн҄ѣ мⷤꙋ. и҆ прїи́де лава́нъ къ мꙋж́ꙋ стоѧ́щꙋ, оу҆ вельблю́дъ оу҆ кладѧзѧ воды̀,
и҆ рече е҆мꙋ ходѝ и҆ вни́ди, блⷵвенъ г҃ь, почт҄о стои́ши вн҄ѣ а҆́зъ клѣть оу҆гото́вахъ, и҆ стаꙗ̑нїе вельблю́домъ·
И҆ въни́де мꙋжъ въ до́мъ и҆ вельблю́ды въгна̀, и҆ да́сть плѣ́вы и҆ сѣ́но вельблю́домъ, и҆ во́дꙋ оу҆мы́ти нозѣ е҆мꙋ и҆ мꙋжемъ, и҆же бѧхꙋ с нимъ.
И҆ поста́ви и҆мъ хлѣбъ ꙗ҆́сти. и҆ реⷱ‍҇, не ѧⷨ до́ндеже не гл҃ю бесѣ́ды своеѧ. и҆ ре́че гл҃и·
Рече же рабъ а҆враа́мль е҆смь а҆зъ
и҆ г҃ь блⷵвилъ е҆сть гдⷵна мое̑го ѕѣло̀ и҆ възвели́чисѧ. и҆ далъ е҆мꙋ ѻ҆вца̀ и҆ вълы̀, зла́то, и҆ сре́бро. рабы̀ и҆ рабы́нѧ, вельблю́ды и҆ ѻ҆слы̀.
и҆ родѝ са́рра жена̀ гдⷵна мое̑го сн҃а е҆диноро́дна гдⷵнꙋ моемꙋ, съста́рѣвшꙋсѧ, и҆ да́сть е҆мꙋ ели́ко и҆мѣ.
и҆ заклѧ́ мѧ гдⷵнъ мо́и гл҃ѧ, не пое́мли жены̀ сн҃ꙋ моемꙋ ѿ дще́рїи ханна́ѻнскыⷯ, въ ни́хже аⷥ ѻ҆бита́хъ въ землѝ и҆хъ,
н҄о в до́мъ ѿц҃а мое̑го и҆́деши въ племѧ̀ моѐ, и҆ пои̑ми женꙋ̀ сн҃ꙋ моемꙋ ѿтꙋ́дꙋ.
рⷯѣ же а҆́зъ гдⷵнꙋ своемꙋ, е҆д̑а не по́хощеⷮ жена̀ по мн҄ѣ и҆тѝ.
и҆ рече ми г҃ь б҃ъ, е҆мꙋже оу҆годиⷯ. прⷣе лице́м̾ е҆го, ѻ́нже по́слеть а҆гг҃ла свое̑го с тобо́ю, и҆ оу҆стро́итъ пꙋ́ть твой, и҆ по́имеши женꙋ̀ сн҃ꙋ моемꙋ, ѿ пле́мени мое̑го, и҆ ѿ до́мꙋ ѿц҃а моего,
тогда̀ бꙋдеши про́стъ ѿ заклина́нїа моего. е҆гда́ же до́идеши въ племѧ̀ моѐ, и҆ не дадѧ́т̾ т҄и, бꙋ́деши про́стъ ѿ заклина́нїѧ моего.
и҆ пришеⷣ днесь наⷣ кла́дѧзь, рекохъ, г҃и бж҃е гдⷵна мое̑го а҆враа́ма а҆́ще оу҆стро́иши пꙋть мой, во́ньже нн҃ѣ и҆дꙋ̀ ,
и҆ с҄е ста́хъ на кла́дѧзѣ во́днѣмъ, дще́ри же гражданъ и҆зы́идꙋть почрпа́ти воды̀, и҆ да бꙋдетъ дв҃ца е́иже рекꙋ̀ напо́и мѧ воды̀ ма́ло ,
и҆ да речетъ пїи т҄ы и҆ вельблю́домъ твои̑мъ вълїю̀, с҄и бꙋдетъ жена̀ юⷤ‍ⷷ оу҆гото́ва б҃ъ рабꙋ̀ своемꙋ и҆саа́кꙋ, и҆ по се́мъ разꙋмѣю ꙗ҆ко сътворилъ е҆сть млⷵть гдⷵнꙋ моемꙋ а҆враа́мꙋ·
И҆ бысть даже не конча́хъ въ оу҆мѣ своемъ гл҃ѧ вънеза́а̑пꙋ реве́ка и҆схожда́ше, дръжа́щи вѣдро̀ на ра́мꙋ, въстꙋпи́вши же на кла́дѧзь, и҆ почръпѐ вѣдро̀ воды̀, и҆ реко́хъ е́й напо́и мѧ,
и҆ потща́всѧ снѧ̀ вѣдро съ себѐ и҆ рече ми пїи т҄ы и҆ вельблю́ды твоѧ̀ напою̀. и҆ напиⷯсѧ и҆ вельблю́ды моѧ̀ напоѝ,
и҆ въпрашаⷯ еѧ̀, и҆ рекохъ, чиѧ̀ е҆си дще́рь. сїѧⷤ‍ⷷ ми реⷱ‍҇ дще́рь ваѳꙋ́илева е҆смь, сн҃а нахо́рова, и҆же родѝ е҆мꙋ ме́лха· И҆ дах̾ е́й оу҆серѧ́зѧ и҆ запѧ́стїа на рꙋцѣ еѝ,
и҆ бл҃говъли́въ е҆смь полони́хсѧ г҃ꙋ, и҆ блⷵвихъ г҃а б҃а, гдⷵна моего а҆враа́ма и҆же оу҆строѝ мн҄ѣ на пꙋтѝ семъ и҆́стинны, поѧ́ти дще́рь бра́та гдⷵна моеⷢ‍҇ сн҃ꙋ е҆го·
А҆ще же оу҆бо твори́те млⷵть и҆ пра́вдꙋ гдⷵнꙋ моемꙋ, повѣ́дите м҄и да сѧ ѻ҆бращꙋ̀, и҆л҄и на́ десно, и҆л҄и на́ лѣво.
ѿвѣща́в же лава́нъ, и҆ ваѳꙋиⷧ‍҇ реко́ста, ѿ г҃а пришла̀ за́повѣдь сїа̀ не мо́жеⷨ ти ѿвѣща́ти зла́а за бл҃гаа
и҆ с҄е ревека преⷣ тобо́ю пои̑ми ю̀ і҆ и҆дѝ, и҆ да бꙋдетъ жена̀ сн҃ꙋ гдⷵна твоего, ꙗ҆́коже гл҃а г҃ь·
Бы́сть же е҆гда̀ слы́ша раб̾ а҆враа́мль, рѣч̾ сїю̀, поклони́сѧ до землѧ̀ г҃ꙋ,
и҆ възе́мъ рабъ съсꙋды зла́ты и҆ сре́брены и҆ ри́зы дасть реве́цѣ и҆ да́рь братꙋ еѧ̀, и҆ мт҃ри еѧ̀.
и҆ ꙗ҆до́ша и҆ пиша ѻ҆н҄и, и҆ мꙋж́и и҆же бѧхꙋ с нимъ· И҆ прележа́въ въста́вше заѹ҆́тра, рече, ѿпꙋсти́те мѧ. да и҆дꙋ къ гдⷵнꙋ мое̑мꙋ·
Рѣша же бра́тїа еѧ̀ и҆ мт҃и, да пребꙋдеть дв҃ца с нами де́сѧть дн҃їи, и҆ по семъ да и́дете.
И҆ рече к нимъ не дръжите мѧ, б҃ъ б҄о оустроѝ пꙋть мнѣ ѿпꙋстите м҄ѧ, да и҆дꙋ къ гдⷵнꙋ мое̑мꙋ·
Си́и же рѣша да възове́мъ дв҃цꙋ, и҆ въпрошаеⷨ еѧ̀ и҆з ꙋстъ.
и҆ възва́вше ре́векꙋ рѣша е́й, и҆деши л҄и съ мꙋж́емъ сиⷨ, ѻ҆на же рече и҆дꙋ,
и҆ ѿпꙋсти́ша реве́кꙋ сестрꙋ̀ свою, і҆ и҆мѣнїе еѧ̀ с рабоⷨ а҆враа́млимъ, і҆ и҆же с ниⷨ быша·
И҆ блⷵви́ша ревекꙋ, и҆ рѣша ей сестра̀ на́ша е҆си бꙋди въ ты́сꙋщи темъ, и҆ да прїиметъ сѣмѧ твое грады съпостаⷮ·
И҆ въставши реве́ка и҆ рабы́нѧ еѧ̀, и҆ въсѣдоша на веⷧ‍҇блю́ды, і҆ и҆до́ша с мꙋжемъ, и҆ пои́мъ раⷠ‍҇ реве́кꙋ ѻ҆ты́де·
И҆саа́къ же хожда́ше сквоѕѣ пꙋсты́ню, оу кла́дѧзѧ видѣ́ннаго, се́й же живѧ́ше на землѝ на полꙋ́дне.
і҆ и҆зы́иде і҆саа̑къ поглꙋмитисѧ на́ поле кꙋ ве́черꙋ. възрѣв̾ же ѻ҆чима̀ вѣдѣ веⷧ‍҇блюды и҆дꙋща.
и҆ възрѣвше же реве́ка ѻ҆чи́ма ви́дѣ і҆саа́ка, и҆ скочѝ со вельблю́да·
И҆ реⷱ‍҇ к рабꙋ̀ кт҄о еⷵ мꙋжъ ѻ҆́нъ, и҆же и́деⷮ по́ полю противꙋ наⷨ· Речеⷤ‍ⷷ ра́бъ, т҄о господи́чичъ мои сїѧ же взеⷨши. ризы оу҆творе́ныѧ и҆ ѻ҆блечесѧ·
И҆сповѣ́да раⷠ‍҇ і҆са́акꙋ словеса́, ꙗ҆́же сътвори
прїиде же і҆саа́къ в домъ мт҃ри своеѧ̀, и҆ поѧ̀ реве́кꙋ, и҆ быⷵ е҆мꙋ жена̀, и҆ възлюби ю̀, и҆ оу҆тѣшисѧ, і҆саа́къ ѻ҆ саⷬ‍҇рѣ, матери свое́и̑·
Претходна глава
Следећа глава