15.1
15.2
15.3
15.4
15.5
15.6
15.7
15.8
15.9
15.10
15.11
15.12
15.13
15.14
15.15
15.16
15.17
15.18
15.19
15.20
15.21
Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων Μὴ φοβοῦ, Αβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
λέγει δὲ Αβραμ Δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασεκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ελιεζερ.
καὶ εἶπεν Αβραμ Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με.
καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν Οὕτως ἔσται τὸ σπέρμα σου.
καὶ ἐπίστευσεν Αβραμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
εἶπεν δὲ πρὸς αὐτόν Ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.
εἶπεν δέ Δέσποτα κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;
εἶπεν δὲ αὐτῷ Λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.
ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλεν.
κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν αὐτοῖς Αβραμ.
περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Αβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.
καὶ ἐρρέθη πρὸς Αβραμ Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη.
τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.
σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, ταφεὶς ἐν γήρει καλῷ.
τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Αμορραίων ἕως τοῦ νῦν.
ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Αβραμ διαθήκην λέγων Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,
τοὺς Καιναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους
καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ραφαιν
καὶ τοὺς Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Ευαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ιεβουσαίους.
По глаго́лѣхъ же си́хъ, бы́сть сло́во гдⷭ҇не ко а҆вра́мꙋ въ видѣ́нїи но́щїю, гл҃ѧ: не бо́йсѧ, а҆вра́ме: а҆́зъ защища́ю тѧ̀, мзда̀ твоѧ̀ мно́га бꙋ́детъ ѕѣлѡ̀.
Глаго́ла же а҆вра́мъ: влⷣко гдⷭ҇и, что́ ми да́си; а҆́зъ же ѿпꙋща́юсѧ безча́денъ: сы́нъ же масе́къ домоча́дицы моеѧ̀, се́й дама́скъ є҆лїе́зеръ.
И҆ речѐ а҆вра́мъ: поне́же мнѣ̀ не да́лъ є҆сѝ сѣ́мене, домоча́децъ же мо́й наслѣ́дникъ мо́й бꙋ́детъ.
И҆ а҆́бїе гла́съ гдⷭ҇ень бы́сть къ немꙋ̀, гл҃ющїй: не бꙋ́детъ се́й наслѣ́дникъ тво́й, но и҆́же и҆зы́детъ и҆з̾ тебє̀, то́й бꙋ́детъ наслѣ́дникъ тебѣ̀.
И҆зведе́ же є҆го̀ во́нъ и҆ речѐ є҆мꙋ̀: воззрѝ на не́бо и҆ и҆зочтѝ ѕвѣ́зды, а҆́ще возмо́жеши и҆счестѝ ѧ҆̀. И҆ речѐ: та́кѡ бꙋ́детъ сѣ́мѧ твоѐ.
И҆ вѣ́рова а҆вра́мъ бг҃ꙋ, и҆ вмѣни́сѧ є҆мꙋ̀ въ пра́вдꙋ.
Рече́ же къ немꙋ̀: а҆́зъ (є҆́смь) бг҃ъ и҆зведы́й тѧ̀ ѿ страны̀ халде́йскїѧ, ꙗ҆́кѡ да́ти тебѣ̀ зе́млю сїю̀ наслѣ́дствовати.
И҆ речѐ: влⷣко гдⷭ҇и, по чесомꙋ̀ ᲂу҆разꙋмѣ́ю, ꙗ҆́кѡ наслѣ́дити ю҆̀ и҆́мамъ;
Рече́ же къ немꙋ̀: возмѝ мнѣ̀ ю҆́ницꙋ трилѣ́тнꙋ и҆ ко́зꙋ трилѣ́тнꙋ и҆ ѻ҆вна̀ трилѣ́тна, и҆ го́рлицꙋ и҆ го́лꙋбѧ.
Взѧ́ же ѻ҆́нъ всѧ̑ сїѧ̑ и҆ раздѣлѝ ѧ҆̀ на по́лы, и҆ положѝ ѧ҆̀ противоли̑чна є҆ди́на ко дрꙋго́мꙋ: пти́цъ же не раздѣлѝ.
Слетѣ́ша же пти̑цы на тѣлеса̀ растє́санаѧ и҆́хъ: и҆ сѣ́де бли́зꙋ и҆́хъ а҆вра́мъ.
Заходѧ́щꙋ же со́лнцꙋ, ᲂу҆́жасъ нападѐ на а҆вра́ма, и҆ сѐ, стра́хъ те́менъ ве́лїй нападѐ на́нь.
И҆ рече́но бы́сть ко а҆вра́мꙋ: вѣ́дый ᲂу҆вѣ́си, ꙗ҆́кѡ пресе́льно бꙋ́детъ сѣ́мѧ твоѐ въ землѝ не свое́й, и҆ порабо́тѧтъ ѧ҆̀, и҆ ѡ҆ѕло́бѧтъ ѧ҆̀, и҆ смирѧ́тъ ѧ҆̀ лѣ́тъ четы́риста:
ꙗ҆зы́кꙋ же, є҆мꙋ́же порабо́таютъ, сꙋждꙋ̀ а҆́зъ: по си́хъ же и҆зы́дꙋтъ сѣ́мѡ со и҆мѣ́нїемъ мно́гимъ:
ты́ же ѿи́деши ко ѻ҆тцє́мъ твои̑мъ въ ми́рѣ, препита́нъ въ ста́рости до́брѣй:
въ четве́ртѣмъ же ро́дѣ возвратѧ́тсѧ сѣ́мѡ: не бо̀ и҆спо́лнишасѧ грѣсѝ а҆морре́ѡвъ до нн҃ѣ.
Є҆гда́ же бы́сть со́лнце на за́падѣ, пла́мень бы́сть: и҆ сѐ, пе́щь дымѧ́щисѧ, и҆ свѣщы̀ ѻ҆́гнєнны, ꙗ҆̀же проидо́ша междꙋ̀ растеса̑нїи си́ми.
Въ де́нь то́й завѣща̀ гдⷭ҇ь а҆вра́мꙋ завѣ́тъ, гл҃ѧ: сѣ́мени твоемꙋ̀ да́мъ зе́млю сїю̀ ѿ рѣкѝ є҆гѵ́петскїѧ да́же до рѣкѝ вели́кїѧ є҆ѵфра́та:
кене́ѡвъ и҆ кенезе́ѡвъ и҆ кедмѡне́ѡвъ,
и҆ хетте́ѡвъ и҆ ферезе́ѡвъ и҆ рафаі́нѡвъ,
и҆ а҆морре́ѡвъ и҆ ханане́ѡвъ, и҆ є҆ѵе́ѡвъ и҆ гергесе́ѡвъ и҆ і҆евꙋсе́ѡвъ.
Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων Μὴ φοβοῦ, Αβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
λέγει δὲ Αβραμ Δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασεκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ελιεζερ.
καὶ εἶπεν Αβραμ Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με.
καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν Οὕτως ἔσται τὸ σπέρμα σου.
καὶ ἐπίστευσεν Αβραμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
εἶπεν δὲ πρὸς αὐτόν Ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.
εἶπεν δέ Δέσποτα κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;
εἶπεν δὲ αὐτῷ Λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.
ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλεν.
κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν αὐτοῖς Αβραμ.
περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Αβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.
καὶ ἐρρέθη πρὸς Αβραμ Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη.
τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.
σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, ταφεὶς ἐν γήρει καλῷ.
τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Αμορραίων ἕως τοῦ νῦν.
ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Αβραμ διαθήκην λέγων Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,
τοὺς Καιναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους
καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ραφαιν
καὶ τοὺς Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Ευαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ιεβουσαίους.
Претходна глава
Следећа глава